Παρακλητικός Κανών εις την Αγία Οσιομάρτυρα Παρασκευής της Αθληφόρου

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

†Εορτάζεται στις 26 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια·

 

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Εὐαρεστήσασα Θεῶ, Ἀθλοφόρε, καὶ πειρασθείσα ὡς χρυσὸς ἐν καμίνῳ, Παρασκευῇ πανένδοξε, βασάνων πειρασμοῖς, θαύματα πηγάζεις νῦν, καὶ νοσήματα παύεις, καὶ τὸν ὑπεράγαθον τοῦ Θεοῦ Θεὸν Λόγον, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπεῖς, ὅπως αὐτοῦ τῶν δωρεῶν ἐπιτύχωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών οὐ ἡ ἀκροστιχίς·
Ὓμνοις Γεραίρω σε Παρασκευή, Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος πλ δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῶν σου τὴν μνήμην παρακαλῶ, ἔνδοξε Παρθένε, τῶν πταισμάτων μου τὰς σειρᾷς, διάῤῥηξον τάχος ταῖς πρὸς Κτίστην, τὸν Πανοικτίρμονα πρεσβείαις σου.

Μεγίστῃ ἡ δύναμις, ἣν σεμνῇ, ἔλαβες ἀξίως, ἐκ Θεοῦ τοῦ θαυματουργεῖν, ταύτην οὖν χρωμένῃ ἤδη παῦσον, τὰ πολυχρόνια πάθῃ μου δέομαι.

Νομίμως ἀθλήσασα ἐπὶ γῆς, Παρασκευῇ μάρτυς καὶ τὸ στέφος ἐν Οὐρανῶ, σῆς ἀπολαβοῦσα καρτερίας, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε.

Θεοτοκίον.
Ὄμματι, Πανάσπιλε, ἐπ’ ἐμοί, ἰλέῳ σου βλέψον, καὶ ἰάτρευσον τὰ δεινά, τοῦ σώματος πάθῃ καὶ τὰς νόσους, ἀποσκοράκισον θείαις πρεσβείαις σου.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἰσχύι τοῦ Πνεύματος, τοῦ Παναγίου ἡμᾶς ἐλέησον, Παρασκευῇ, καὶ νόσων παντοίων, σαῖς λιταῖς ἐλευθέρωσον.

Σῶσον ταῖς πρεσβείαις σου, Παρασκευῇ πανακήρατε, πάντας ἡμᾶς, τοὺς σε ἀνυμνοῦντας, καὶ εὐφήμως γεραίροντας.

Γενοῦ μοι, Πολύαθλε, τῷ τεθλιμμένῳ προστάτις σύντονος, καὶ ἐκ παθῶν, καὶ κινδύνων ῥῦσαι, ταῖς εὐχαῖς σου καὶ θλίψεων.

Θεοτοκίον.
Ἐξελοῦ, Πανάχραντε, νόσων δεινῶν με καὶ θλίψεων, τῶν ἀφειδῶς, καταπιεζόντων, τὸν σὸν δοῦλον ἑκάστοτε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥώμην δίδου μοι, Πάνσεμνε, κατὰ τε δαιμόνων καὶ ὀλεθρίων παθῶν, καὶ τὸν σάλον τῶν πταισμάτων μου, ἱεραῖς λιταῖς σου καταπράυνον.

Ἀγαπήσα Κύριον, καὶ στεφάνους δόξης κομίσασα, ὑπὲρ πάντων καθικέτευε, τῶν πιστῶς τιμώντων σε, Πανεύφημε.

Ἱκεσίας μου πρόσδεξαι, ὦ Παρασκευῇ παρθένε, πολύαθλε, καὶ παθῶν μου τὴν σκοτόμαιναν, σου θερμαῖς πρεσβείαις ἀποδίωξον.

Θεοτοκίον.
Ῥῦσαι, κόρη Πανάμωμε, ἡ Θεὸν ἀσπόρως κυήσασα, τὸν σὸν δοῦλον κινδυνεύοντα, καταποντισθῆναί με τοῖς πταίσμασιν.

ᾨδὴ ε΄.  Φώτισον ἡμᾶς.
Ὥς περ σύ, Σεμνῇ, εἰς Νυμφῶνα τὸν Οὐράνιον, αὐγάζῃ ταῖς ἐνθέοις μαρμαρυγαῖς, οὕτω σοὺς δούλους, δόξης θείας καταξίωσον.

Σοῦ ἐν τῷ ναῶ, προσελθόντας τοὺς οἰκέτας σου, ὦ Παρασκευῇ ἐλευθέρωσον, ἐκ νοσημάτων, ταῖς εὐχαῖς σου καὶ κακώσεων.

Ἔρωτι Θεοῦ, τὴν ψυχὴν πλῆξον δέομαι, Παρασκευῇ, θείαις πρεσβείαις σου, καὶ τῶν παθῶν μου, τὴν ἀχλὺν νῦν ἐξαφάνισον.

Θεοτοκίον.
Πάναγνε ἡμεῖς, κεκτημένοι σε βοήθειαν, σκέπην καὶ βεβαίαν ἀντίληψην, παντὸς κινδύνου, διά σου ἀεὶ ῥυσθείημεν.

ᾨδὴ στ΄.  Ἱλάσθητί μοι.
Αἱμάτων σου τοῖς κρουνοῖς, Παρασκευῇ ὡς κατέσβεσας, τῆς ἀπιστίας τὸ πῦρ, οὕτω νῦν κατάσβεσον, τὴν φλόγαν τῶν νόσων μου, ταῖς σαῖς ἱκεσίαις καὶ κινδύνων με ἐξάρπασον.

Ῥεόντων τὸ χαμερπές, Παρασκευὴ πανακήρατε, τὸ ἄστατον καὶ φθαρτόν, παριδεῖν ἀξίωσον, σὸν δοῦλον πρεσβείαις σου, καὶ ἀξιωθῆναι, θείας δόξης καὶ λαμπρότητος.

Ἀπᾴσας τὰς κεφαλάς, τῶν ἀνομούντων συντρίβεσθαι, ὑπὸ τοὺς πόδας ἡμῶν, Θεὸν καθικέτευε, Μάρτυς, τῶν τιμώντων σου, πόθῳ τὴν σὴν Κάραν, ἣν ἀπέτεμεν ὁ ἄνομος.

Θεοτοκίον.
Σὺ οὖσα τὸ καθαρὸν καὶ ἁγιώτατον Τέμενος, Μαρία τοῦ Παντουργοῦ, παράσχου μοι  δάκρυα, ψυχὴν καθαρίζοντα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως σου δέομαι.

Ἐπίβλεψον μετ’ εὐμενίας, Παρασκευῇ ἀθληφόρε, ἐπὶ τὰ ἐμὰ δεινὰ πάθη τοῦ σώματος, καὶ ἴασιν δώρησαί μοι εὐχαῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου
Προστάτρια πιστῶν, Παρασκευῇ ἀθληφόρε, πέλουσα, τοῖς τῇ σεπτὴ Εἰκόνι σου θερμῶς προσπελάζουσιν, ἱκέτευε Χριστὸν τὸν Νυμφίον σου, δωρηθῆναι λύσιν τῶν δεινῶν, νόσων καὶ θλίψεων, καὶ ἁμαρτιῶν πασῶν τὴν συγχώρησιν.

Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος.  Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄, 24-34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβεῖες Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολή τῶν θλιβομένων.
Μεταβολῇ παντὸς κινδύνου, ἀπαλλαγῇ νόσου παντοίας ὑπάρχουσα, Παρασκευῇ παρθένε, ῥῦσαι πάντας τῶν δεινῶν, τῆς τῶν ἐναντίων κακουχίας, καὶ τῆς τῶν δαιμόνων ἐπηρείας, ταῖς θείαις σου πρὸς Θεὸν δεήσεσι.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κάραν πάνσεπτον πάντες, τῆς Παρθενομάρτυρος δεῦτε Παρασκευῆς, πιστοὶ ἐν ἐτησίοις, τιμήσωμεν τοῖς ὕμνοις, ὡς πηγὴν ἀνεξάντλητον, τῶν ἰαμάτων ἀεί, καὶ θείων δωρημάτων.

Ἑορτὴν παναισίαν, οἱ πιστοὶ ὀρθοδόξως ἐπιτελέσωμεν, φαιδρώς Παρασκευῆς νῦν, τὴν Κάραν προσκυνοῦντες, καὶ βοῶντες ἐκ πίστεως, πρόφθασον ῥῦσαι ἡμᾶς, λιταῖς σου πάσης νόσου.

Ὑπὲρ πᾶσαν οὐσίαν, καὶ ὑπὲρ χρυσίον ἡ Κάρα σου διαλάμπουσα, παρέχει σωτηρίαν, τοῖς πίστει Ἀθληφόρε, πρὸς αὑτὴν καταφεύγουσι, καὶ ἰατρεύει ψυχῶν, θανατηφόρους νόσους.

Θεοτοκίον.
Ἡ Θεὸν σαρκοφόρον, Παναγία παρθένε ἀποκυήσασα, ἐκ πάντων ἀδοκήτων, κινδύνων τὸν λαόν σου, καὶ ἐκ νόσων περίσῳζε, καὶ ἁμαρτίας δεσμόν, τάχει λιταῖς σου λῦσον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στόματι πάντες, καὶ καρδίᾳ ὑμνοῦμεν, τὴν πανένδοξον Μάρτυρα Κυρίου, ὅτι ἀῤῥωστίας ἐτύχομεν τὴν λύσιν.

Ἐν Οὐρανίοις, Παρασκευῇ ἀθληφόρε, τοῖς σκηνώμασι χορεύουσα τῶν πίστει, σε ὑμνολογούντων, μνημόνευε παμμάκαρ.

Ῥωσθεῖσα Μάρτυς, τῇ ἰσχύι τοῦ Κυρίου, τῶν τυράννων κατῄσχυνας τὰ θράση, θραῦσον καὶ νῦν πάντων, δεσμοὺς τυραννουμένων.

Θεοτοκίον.
Ἄχραντε μόνη, εὐλογημένη Μαρία, τὰ δυσίατα ιάτρευσον πάθη, τοῦ οἰκτροῦ σου δούλου, ἵνα σε μακαρίζω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φλέξον παρανόμων, Παρασκευῇ μάρτυς, περὶ τῷ θείω τεχνάσματα ἄθεα, πιστοὺς δὲ πάντας, θείω αὐγάσματι λάμπρυνον.

Ἔμπλεως ἐνθεοῦ, λάμψεως γενέσθαι, τὸν σὸν οἰκέτην νυνὶ καταξίωσον, ταῖς πρὸς τὸν ὅλον Δεσπότην, λιταῖς σου Πάνσεμνε.

Ἵνα σὲ δοξάζω, Παρασκευῇ πόθῳ, τὰς ἀνιάτους μου νόσους θεράπευσον, καὶ ταῖς εὐχαῖς σου τελείαν, ῥῶσιν παράσχου μοι.

Θεοτοκίον.
Μόνη Θεοτόκε, ὡς Ἁγνὴ καὶ Μήτηρ, τῆς ἀκαθάρτου ἰλύος με κάθαρον, τῶν ἀκαθάρτων μωλώπων, καὶ σῶσον Δέσποινα.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ψυχῶν σωτηρίαν, καὶ κινδύνων ἀπαλλαγῇ, θεία ἀθληφόρε Παρασκευῇ εὐχαῖς σου, τοῖς πίστει εὐφημοῦσί σε καὶ γεραίρουσι.

Πορφυρᾶν ἐξ αἵματος τὴν στολήν, σὺ περικειμένη, καὶ τὸ στέμμα ἐν κορυφή, ἔχουσα ὦ Μάρτυς, καὶ τὴν τῆς Παρθενίας, κατέχουσα λαμπάδα ἡμῶν μνημόνευε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτικόν. Ἦχος α΄.

Τὴν σπουδήν σου τῇ κλῄσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμον σου πιστὴν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευῇ ἀθληφόρε, ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θύμα τῷ Δεσπότῃ καὶ Θεῶ, ἤχθης, Καλλιπάρθενε, θεῖον καὶ παναμώμητον· πάσας ὅθεν ηὔφρανας, τὰς Οὐρανίους Ἀρχάς, καὶ Μακάρων ἀοίδημε, ψυχὰς διὸ πάντες, πίστει σου δεόμεθα καὶ πόθῳ ζέοντι, ῥῦσαι ταῖς λιταῖς σου ἐκ νόσων, καὶ παντοδαπῶν ἐναντίων, ἡμᾶς τοὺς τιμῶντάς σε Πανεύφημε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.